Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 23.209 | Dem. 23.212 (English) | >>Dem. 23.216 |
23.211ἀλλʼ οὐ τοῦτʼ ἔστι τὸ δεινόν , εἰ τῶν προγόνων , οἳ διενηνόχασιν ἁπάντων ἀρετῇ , χεῖρον βουλευόμεθα , ἀλλʼ ὅτι καὶ πάντων ἀνθρώπων . πῶς γὰρ οὐκ αἰσχρὸν Αἰγινήτας μὲν τουτουσί , νῆσον οἰκοῦντας οὕτω μικρὰν καὶ οὐδὲν ἔχοντας ἐφʼ ᾧ μέγα χρὴ φρονεῖν αὐτούς , Λάμπιν , ὃς μέγιστα ναυκλήρια κέκτηται τῶν Ἑλλήνων , καὶ κατεσκεύακεν τὴν πόλιν αὐτοῖς καὶ τὸ ἐμπόριον , μηδέπω καὶ τήμερον πολίτην πεποιῆσθαι , ἀλλὰ μόλις τῆς ἀτελείας αὐτὸν ἠξιωκέναι τῆς τοῦ μετοικίου ·
23.212καὶ Μεγαρέας τουτουσὶ τοὺς καταράτους οὕτως εὖ τὰ παρʼ αὑτοῖς σεμνύνειν ὥσθʼ Ἕρμωνα τὸν κυβερνήτην , τὸν μετὰ Λυσάνδρου λαβόντα τριήρεις διακοσίας ὅτʼ ἐν Αἰγὸς ποταμοῖς ἠτυχήσαμεν ἡμεῖς , πεμψάντων Λακεδαιμονίων καὶ κελευόντων ποιήσασθαι πολίτην ἀποκρίνασθαι ὅτι , ὅταν αὐτοὺς ἴδωσι Σπαρτιάτην αὐτὸν πεποιημένους , τότε καὶ αὐτοὶ Μεγαρέα ποιήσονται ·
23.213καὶ Ὠρείτας ἐκείνους , μέρος τέταρτον Εὐβοίας οἰκοῦντας , τὸν Χαρίδημον τοῦτον αὐτόν , ᾧ μήτηρ μὲν ὑπάρχει πολῖτις ἐκεῖ , πατὴρ δʼ οὐκ ἐρῶ τίς ἢ πόθεν (οὐδὲν γὰρ δεῖ πλείω τῶν ἀναγκαίων αὐτὸν ἐξετάζεσθαι ), ἀλλʼ ὅμως , τὸ ἥμισυ τοῦ γένους αὐτοῦ συμβαλλομένου , τοῦ ἡμίσεος μέχρι τῆς τήμερον ἡμέρας οὐκ ἠξιώκασιν , ἀλλʼ εἰς τοὺς νόθους ἐκεῖ συντελεῖ , καθάπερ ποτʼ ἐνθάδʼ εἰς Κυνόσαργες οἱ νόθοι ·
23.214ὑμεῖς δʼ , ὦ ἄνδρες Ἀθηναῖοι , πάσης τῆς πόλεως μεταδόντες αὐτῷ καὶ τετιμηκότες ἄλλοις , ἔτι καὶ τοῦτʼ αὐτῷ προσθήσετε ; ὅτι τί ; ποίας ἔλαβεν ναῦς ὑμῖν διʼ ἃς ὑπὸ τῶν ἀπολωλεκότων ἐπιβουλεύεται ; ἢ ποίαν πόλιν παρέδωκεν αἰχμάλωτον λαβών ; ἢ τίνας κινδύνους ὑπὲρ ὑμῶν κεκινδύνευκεν ; ἢ τίνας ἐχθροὺς τοὺς αὐτοὺς ὑμῖν ᾕρηται ; οὐδʼ ἂν εἷς εἰπεῖν ἔχοι .
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 23.209 | Dem. 23.212 (English) | >>Dem. 23.216 |